Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.204 Joseph. AJ 10.209 (English) >>Joseph. AJ 10.213

10.207εἶτα λίθον ἐξ ὄρους ἀπορραγέντα ἐμπεσεῖν τῷ ἀνδριάντι καὶ τοῦτον καταβαλόντα συνθρύψαι καὶ μηδὲν αὐτοῦ μέρος ὁλόκληρον ἀφεῖναι, ὡς τὸν μὲν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον ἀλεύρων λεπτότερον γενέσθαι, καὶ τὰ μὲν ἀνέμου πνεύσαντος σφοδροτέρου ὑπὸ τῆς βίας ἁρπαγέντα διασπαρῆναι, τὸν δὲ λίθον αὐξῆσαι τοσοῦτον, ὡς ἅπασαν δοκεῖν τὴν γῆν ὑπʼ αὐτοῦ πεπληρῶσθαι. 10.208τὸ μὲν οὖν ὄναρ, ὅπερ εἶδες, τοῦτʼ ἔστιν, δὲ κρίσις αὐτοῦ τοῦτον ἔχει τὸν τρόπον· μὲν χρυσῆ κεφαλὴ σέ τε ἐδήλου καὶ τοὺς πρὸ σοῦ βασιλέας Βαβυλωνίους ὄντας· αἱ δὲ χεῖρες καὶ οἱ ὦμοι σημαίνουσιν ὑπὸ δύο καταλυθήσεσθαι βασιλέων τὴν ἡγεμονίαν ὑμῶν· 10.209τὴν δὲ ἐκείνων ἕτερός τις ἀπὸ τῆς δύσεως καθαιρήσει χαλκὸν ἠμφιεσμένος, καὶ ταύτην ἄλλη παύσει τὴν ἰσχὺν ὁμοία σιδήρῳ καὶ κρατήσει δὲ εἰς ἅπαντα διὰ τὴν τοῦ σιδήρου φύσιν· εἶναι γὰρ αὐτὴν στερροτέραν τῆς τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τοῦ χαλκοῦ. 10.210ἐδήλωσε δὲ καὶ περὶ τοῦ λίθου Δανίηλος τῷ βασιλεῖ, ἀλλʼ ἐμοὶ μὲν οὐκ ἔδοξε τοῦτο ἱστορεῖν τὰ παρελθόντα καὶ τὰ γεγενημένα συγγράφειν οὐ τὰ μέλλοντα ὀφείλοντι, εἰ δέ τις τῆς ἀκριβείας γλιχόμενος οὐ περιίσταται πολυπραγμονεῖν, ὡς καὶ περὶ τῶν ἀδήλων τί γενήσεται βούλεσθαι μαθεῖν, σπουδασάτω τὸ βιβλίον ἀναγνῶναι τὸ Δανιήλου· εὑρήσει δὲ τοῦτο ἐν τοῖς ἱεροῖς γράμμασιν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.204 Joseph. AJ 10.209 (English) >>Joseph. AJ 10.213

Powered by PhiloLogic